The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. — τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;
  2. — στράτευμα πᾷ Παλλάδος κριθήσεται;
  3. — διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;
  4. — γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι
  5. φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν
  6. κτύποι φανήσονται, τάλαι-
  7. να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;
Χορός
  1. — ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ
  2. μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.
  3. — δικαίους δαίμονας σύ γʼ ἐννέπεις.
  4. — τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;
  5. — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.
  6. — φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·
  7. δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον,