The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
- Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
- τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
- στρατηλατήσω καινὸς ἐν καινῷ δορί.
- ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι
- δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ
- νίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγει
- βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ.
- — ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
- ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει —
- — τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν;
- — στράτευμα πᾷ Παλλάδος κριθήσεται;
- — διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;
- — γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι
- φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν
- κτύποι φανήσονται, τάλαι-
- να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι;
- — ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ
- μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει.
- — δικαίους δαίμονας σύ γʼ ἐννέπεις.