The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
  2. ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
  3. χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
  4. αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
  5. αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
  6. Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
  7. τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
  8. στρατηλατήσω καινὸς ἐν καινῷ δορί.
  9. ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι
  10. δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ
  11. νίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγει
  12. βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ.
Χορός
  1. — ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
  2. ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει —