The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς,
- ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
- ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
- τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα
- ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
- κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
- δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
- ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,
- εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
- ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει
- τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
- κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,
- νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί;
- τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
- ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς
- φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
- σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
- φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
- ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
- παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ