The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.
- ὦ παγκάκιστε —
- σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα,
- καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
- θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
- ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.
- καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.
- οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ
- οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι
- δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι
- τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή.
- πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
- ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα·
- νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
- οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
- θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
- σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
- εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο,
- τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
- αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται.