The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,
- τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,
- ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
- ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
- ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
- ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
- ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.
- πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
- θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
- ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.
- οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται
- ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος
- νόμος παλαιὸς δαιμόνων διεφθάρη.
- θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
- πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.
- βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;
- λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
- οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
- κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
- κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.