The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
  2. δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
  3. σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
  4. θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;
  5. οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον
  6. δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
  7. ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
  8. πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
  9. οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
  10. τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
  11. ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
  12. πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
  13. ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
  14. ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
  15. φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
  16. ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν
  17. καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς·
  18. νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
  19. καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.
Χορός
  1. ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,