The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι
- κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
- ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,
- ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς
- ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων
- γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
- — ἱκετεύω σε, γεραιά,
- γεραιῶν ἐκ στομάτων, πρὸς
- γόνυ πίπτουσα τὸ σόν·
- — ἄνομοι---— τέκνα λῦσαι. — φθιμένων
- νεκύων οἳ καταλείπουσι μέλη
- θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
- — ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων
- δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-