The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ,
  2. χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶ
  3. πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
  4. δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
  5. σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
  6. θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;
  7. οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον
  8. δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
  9. ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
  10. πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;
  11. οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
  12. τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
  13. ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
  14. πέτροις καταξανθέντες ὀστέων ῥαφάς;