The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
  2. ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
  3. φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
  4. ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν
  5. καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς·
  6. νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.
  7. καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.
Χορός
  1. ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,
  2. ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.
Ἄδραστος
  1. ὦ παγκάκιστε —
Θησεύς
  1. σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα,
  2. καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
  3. θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
  4. ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.