The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
  2. λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
  3. σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων·
  4. ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις
  5. συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
  6. ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
  7. οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται,
  8. τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει·
  9. εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
  10. οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
  11. καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
  12. τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,
  13. ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·
  14. ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,