The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
Χορός
  1. φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
  2. καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
Κῆρυξ
  1. λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
  2. σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.
  3. ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
  4. Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·
  5. εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
  6. λύσαντα σεμνὰ στεμμάτων μυστήρια
  7. τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς
  8. βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.
  9. κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
  10. σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων
  11. ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός.