The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
  2. τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;
  3. κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
  4. ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον;
  5. ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
  6. τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,
  7. δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
  8. εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
  9. καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
  10. ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
  11. κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις,
  12. περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
  13. λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν
  14. χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων