The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
- ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
- τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.
- ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
- κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο
- ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·
- οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
- πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,
- τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
- ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις
- κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.
- ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
- ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;
- ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους