The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης,
  2. εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
  3. οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.
  4. ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
  5. ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ
  6. γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
Θησεύς
  1. κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
  2. ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω,
  3. ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
  4. οὐδὲν τυράννου δυσμενέστερον πόλει,
  5. ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
  6. κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος
  7. αὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον.
  8. γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴς