The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
  2. — καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο
  3. πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.
  4. ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;
  5. Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,
  6. κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου
  7. μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
Κῆρυξ
  1. τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ
  2. λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
  3. Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους
  4. πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
Θησεύς
  1. πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
  2. ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται
  3. ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.