The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων
  2. γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
Χορός
  1. — ἱκετεύω σε, γεραιά,
  2. γεραιῶν ἐκ στομάτων, πρὸς
  3. γόνυ πίπτουσα τὸ σόν·
  4. — ἄνομοι---— τέκνα λῦσαι. — φθιμένων
  5. νεκύων οἳ καταλείπουσι μέλη
  6. θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
Χορός
  1. — ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων
  2. δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-
  3. σὰ δὲ σαρκῶν πολιᾶν
  4. καταδρύμματα χειρῶν· τί γάρ; ἃ
  5. φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
  6. προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
Χορός
  1. — ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον
  2. φίλα ποιησαμένα λέ-
  3. κτρα πόσει σῷ· μετά νυν
  4. δὸς ἐμοὶ σᾶς διανοίας,
  5. μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ
  6. φθιμένων οὓς ἔτεκον·