The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς
  2. Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
  3. κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην
  4. στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·
  5. ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς
  6. νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς
  7. ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
  8. μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
  9. πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς
  10. ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν
  11. πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
  12. φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
  13. δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος
  14. μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
  15. Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν
  16. πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,
  17. σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι
  18. κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
  19. ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,
  20. ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς