The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν
- τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι
- νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
- — ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου-
- σα προσαιτοῦσʼ ἔμολον δε-
- ξιπύρους θεῶν θυμέλας·
- ἔχομεν δʼ ἔνδικα, καὶ σοί
- τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ-
- τυχίαν τὰν παρʼ ἐμοὶ
- καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω
- σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι
- νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
- — ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων
- διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
- ἴτʼ ὦ ξυνῳδοὶ κτύποι,
- ἴτʼ ὦ ξυναλγηδόνες,
- χορὸν τὸν Ἅιδας σέβει,
- διὰ παρῇδος ὄνυχα λευκὸν
- αἱματοῦτε χρῶτά τε φόνιον·
- τὰ γὰρ φθιτῶν