The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
- — καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο
- πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.
- ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;
- Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,
- κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου
- μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
- τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ
- λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
- Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους
- πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
- πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
- ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται
- ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.
- δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
- ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
- τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.
- ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
- κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο
- ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·