The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
- πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,
- τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
- ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαις
- κλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.
- ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
- ὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;
- ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
- κρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης,
- εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
- οὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.
- ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
- ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃ
- γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
- κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
- ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω,
- ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
- οὐδὲν τυράννου δυσμενέστερον πόλει,
- ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
- κοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένος