The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θεῖτʼ ὀνήσας.
- — καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος
- χάριν τʼ ἔχει τὰν ἐς αἰεί.
- τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι
- τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
- — ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
- νόμους βροτῶν μὴ μιαίνειν.
- σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ
- νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.
- τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς
- πόλει τε κἀμοί, διαφέρων κηρύγματα·
- ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ
- σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε·
- Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
- συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
- φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.
- κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
- στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι·
- Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
- στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν