The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. χάριν τʼ ἔχει τὰν ἐς αἰεί.
  2. τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι
  3. τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
Χορός
  1. — ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
  2. νόμους βροτῶν μὴ μιαίνειν.
  3. σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ
  4. νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.
Θησεύς
  1. τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς
  2. πόλει τε κἀμοί, διαφέρων κηρύγματα·
  3. ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρ
  4. σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε·
  5. Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
  6. συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
  7. φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.
  8. κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
  9. στεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι·
  10. Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
  11. στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν
  12. Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
  13. — καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατο