The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους
  2. ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους
  3. Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.
  4. ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη
  5. μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
  6. φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ
  7. δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —
  8. κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται
  9. παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.
Χορός
  1. — ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,
  2. ἐκλύετε τάδʼ, ἐκλύετε
  3. ἄνακτος ὅσια περὶ θεοὺς
  4. καὶ μεγάλα Πελασγίᾳ
  5. καὶ κατʼ Ἄργος.
Χορός
  1. — εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν
  2. ἱκόμενος ἔτι ματέρος
  3. ἄγαλμα φόνιον ἐξέλοι,
  4. γᾶν δὲ φίλιον Ἰνάχου
  5. θεῖτʼ ὀνήσας.
Χορός
  1. — καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος