The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.
  2. ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;
  3. Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,
  4. κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνου
  5. μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
Κῆρυξ
  1. τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴ
  2. λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
  3. Ἐτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμους
  4. πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
Θησεύς
  1. πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
  2. ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεται
  3. ἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.
  4. δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
  5. ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
  6. τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.
Κῆρυξ
  1. ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
  2. κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄπο
  3. ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·
  4. οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
  5. πρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,