The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
- ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,
- λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους
- ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους
- Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.
- ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη
- μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
- φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ
- δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —
- κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται
- παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.
- — ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,
- ἐκλύετε τάδʼ, ἐκλύετε
- ἄνακτος ὅσια περὶ θεοὺς
- καὶ μεγάλα Πελασγίᾳ
- καὶ κατʼ Ἄργος.
- — εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν
- ἱκόμενος ἔτι ματέρος
- ἄγαλμα φόνιον ἐξέλοι,
- γᾶν δὲ φίλιον Ἰνάχου