The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
  2. ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην
  3. γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων·
  4. ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,
  5. ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
  6. φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
  7. ἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην,
  8. ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
  9. οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
  10. τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
  11. ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦ
  12. πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον;
  13. δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαι
  14. λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς
  15. ἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.
  16. δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
  17. δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου
  18. προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.
  19. καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν
  20. ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.