The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
  2. ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.
  3. πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
  4. ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·
  5. οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν
  6. οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
  7. μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
  8. παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
  9. βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
  10. γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
Θησεύς
  1. μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη
  2. βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
  3. κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
  4. ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
  5. σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
Αἴθρα
  1. αἰαῖ.
Θησεύς
  1. τὰ τούτων οὐχὶ σοὶ στενακτέον.
Αἴθρα
  1. ὦ τλήμονες γυναῖκες.
Θησεύς
  1. οὐ σὺ τῶνδʼ ἔφυς.
Αἴθρα
  1. εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;