The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.
- ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.
- αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις.
- οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε
- τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
- οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
- δείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.
- ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
- σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας·
- τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης.
- πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
- τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως·
- νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει,
- κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
- ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
- τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν
- ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί,
- νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
- παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
- τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.