The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
- ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,
- στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
- ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
- αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
- θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
- Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς,
- ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
- ---
- ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς
- ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
- τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
- γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
- μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
- δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
- ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς
- οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
- βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
- βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
- τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,