The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
- ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς
- οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
- βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
- βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
- τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,
- οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
- ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.
- πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
- ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·
- οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν
- οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
- μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
- παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.