The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
- γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
- μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη
- βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
- κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
- ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
- σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
- αἰαῖ.
- τὰ τούτων οὐχὶ σοὶ στενακτέον.
- ὦ τλήμονες γυναῖκες.
- οὐ σὺ τῶνδʼ ἔφυς.
- εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;
- ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.
- ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.