The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
  2. ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,
  3. στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
  4. ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
  5. αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
  6. θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
  7. Δήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς,
  8. ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
Χορός
  1. ---
  2. ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸς
  3. ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
  4. τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
  5. γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
  6. μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,