The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,
- ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν
- τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
- τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι
- ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·
- οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
- δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,
- ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά,
- γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·
- τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις,
- κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις.
- κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;
- τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
- χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
- αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν.
- ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδε
- ἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών.
- ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.
- οὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶν
- οὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,