The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
- ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
- ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι
- δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
- ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
- ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
- ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,
- λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
- ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα
- ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
- εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.
- κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
- τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
- τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
- ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
- μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας
- βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
- νέοις παραχθείς, οἵτινες τιμώμενοι
- χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,
- φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,