The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
  2. ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
  3. μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.
  4. ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
  5. δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
  6. ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
  7. ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι
  8. δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.