The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
  2. ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
  3. ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,
  4. λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
  5. ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα
  6. ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
  7. εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.
  8. κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος