The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον
  2. γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
  3. τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦ
  4. σταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃ
  5. ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος
  6. προβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ,
  7. πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰς
  8. ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.