The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳ
  2. τοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείρονα
  3. πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων·
  4. ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
  5. πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς·
  6. εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει.
  7. αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
  8. καὶ θηριώδους θεῶν διεσταθμήσατο,