The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. [*](τὰ τοῦ δράματος πρόσωπαΑἴθραΧορόςΘησεύςἌδραστοςΚῆρυξἌγγελοςΕὐάδνηἾφιςΠαῖδεςἈθήνα)
    Αἴθρα
    1. Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς
    2. τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
    3. εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν
    4. πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,
    5. ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν
    6. Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
    7. Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.
    8. ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε
    9. γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς
    10. ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ,
    11. πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
    12. Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
    13. ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ
    14. Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας
    15. μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
    16. γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
    17. θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
    18. εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν
    19. δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.