The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
- τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ
- μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον·
- τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
- ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις
- πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.
- κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
- Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.