The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί,
  2. μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ·
  3. σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω·
  4. πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
  5. πατέρων θανόντων ἐκδικάζοντες φόνον,
  6. σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
  7. νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν
  8. Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
  9. ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
  10. καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν
  11. ἑπτάστολον πύργωμα Καδμείων ἔπι·
  12. πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοι