The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος
  2. στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
  3. ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
  4. ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
  5. κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
  6. μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.
  7. ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
  8. ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
  9. κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν·
  10. φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν,
  11. δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
  12. δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.