The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
  2. κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδα
  3. κληθέντες ᾠδὰς ὑστέροισι θήσετε·
  4. τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.
Θησεύς
  1. δέσποινʼ Ἀθάνα, πείσομαι λόγοισι σοῖς·
  2. σὺ γάρ μʼ ἀνορθοῖς, ὥστε μὴ ʼξαμαρτάνειν·
  3. καὶ τόνδʼ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ με
  4. ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει
  5. οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
Χορός
  1. στείχωμεν, Ἄδρασθʼ, ὅρκια δῶμεν
  2. τῷδʼ ἀνδρὶ πόλει τʼ· ἄξια δʼ ἡμῖν
  3. προμεμοχθήκασι σέβεσθαι.