The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
  2. πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν
  3. Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,
  4. πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
  5. ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα
  6. ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν,
  7. ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
  8. ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν
  9. κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα.
  10. ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου.
  11. ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
  12. ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα