The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι.
Ἄδραστος
  1. Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα
  2. δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
  3. χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ
  4. παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησεύς
  1. τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;
Ἄδραστος
  1. χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησεύς
  1. ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
Ἀθήνα
  1. ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους,
  2. ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε.
  3. μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα
  4. παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,