The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
- ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
- ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους,
- ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε.
- μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα
- παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
- ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
- πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν
- Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,
- πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
- ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα
- ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν,
- ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
- ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν
- κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα.
- ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου.
- ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
- ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα
- σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος
- στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.