The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
- ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
- κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
- μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.
- ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
- ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
- κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν·
- φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν,
- δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
- δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
- τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί,
- μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ·
- σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω·
- πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
- πατέρων θανόντων ἐκδικάζοντες φόνον,
- σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
- νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν
- Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
- ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
- καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν