The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- — ἔκλαυσα τόδε κλύων ἔπος
- στυγνότατον· ἔθιγέ μου φρενῶν.
- — ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
- φίλας ἄγαλμʼ ὄψομαί σε ματρός.
- Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
- ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν
- πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·
- τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
- ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
- σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ,
- παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
- τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις
- μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
- Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶ
- οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι.
- Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα
- δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
- χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ
- παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
- τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;