The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
- — πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
- ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι
- σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
- — ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
- πατρῷος·
- οὔπω κακὸν τόδʼ εὕδει.
- αἰαῖ γόων· ἅλις τύχας,
- ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
- — ἔτʼ Ἀσωποῦ με δέξεται γάνος
- χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,
- τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
- — ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ ---
- — φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
- — λόγων δὲ παρακέλευσμα σῶν
- ἀέρι φερόμενον οἴχεται.
- — δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —
- σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.
- — ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
- — φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν.